Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.12.4 | Hdt. 6.14.1 (English) | >>Hdt. 6.15.2 |
6.13.1
μαθόντες δὲ ταῦτα τὰ γινόμενα ἐκ τῶν Ἰώνων οἱ στρατηγοὶ τῶν Σαμίων ἐνθαῦτα δὴ παρʼ Αἰάκεος τοῦ Συλοσῶντος κείνους τοὺς πρότερον ἔπεμπε λόγους ὁ Αἰάκης κελευόντων τῶν Περσέων , δεόμενος σφέων ἐκλιπεῖν τὴν Ἰώνων συμμαχίην · οἱ Σάμιοι ὦν ὁρῶντες ἐοῦσαν ἅμα μὲν ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺς λόγους , ἅμα δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα ὑπερβαλέσθαι , εὖ δὲ ἐπιστάμενοι ὡς εἰ καὶ τὸ παρεὸν ναυτικὸν ὑπερβαλοίατο τὸν Δαρεῖον , ἄλλο σφι παρέσται πενταπλήσιον .
6.13.2 προφάσιος ὦν ἐπιλαβόμενοι , ἐπείτε τάχιστα εἶδον τοὺς Ἴωνας οὐ βουλομένους εἶναι χρηστούς , ἐν κέρδεϊ ἐποιεῦντο περιποιῆσαι τά τε ἱρὰ τὰ σφέτερα καὶ τὰ ἴδια . ὁ δὲ Αἰάκης , παρʼ ὅτευ τοὺς λόγους ἐδέκοντο οἱ Σάμιοι , παῖς μὲν ἦν Συλοσῶντος τοῦ Αἰάκεος , τύραννος δὲ ἐὼν Σάμου ὑπὸ τοῦ Μιλησίου Ἀρισταγόρεω ἀπεστέρητο τὴν ἀρχὴν κατά περ οἱ ἄλλοι τῆς Ἰωνίης τύραννοι .
ch. 14
6.14.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.12.4 | Hdt. 6.14.1 (English) | >>Hdt. 6.15.2 |